Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.268 Joseph. AJ 8.273 (English) >>Joseph. AJ 8.276

8.271βασιλεὺς γὰρ ἐξεγείρεθʼ ὑπʼ ἐμοῦ τοῦ λαοῦ παντός, ὃς οὐδένα ὑπολείψει τοῦ Ἱεροβοάμου γένους· μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς καὶ διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, ὅτι τοῖς τοῦ βασιλέως ἀσεβήμασι κατηκολούθησε καὶ τοὺς ὑπʼ αὐτοῦ γενομένους προσκυνεῖ θεοὺς τὴν ἐμὴν θυσίαν ἐγκαταλιπόν. 8.272σὺ δέ, γύναι, ταῦτα ἀπαγγέλλουσα σπεῦδε πρὸς τὸν ἄνδρα. τὸν δὲ υἱὸν καταλήψῃ τεθνηκότα· σοῦ γὰρ εἰσιούσης εἰς τὴν πόλιν ἀπολείψει τὸ ζῆν αὐτόν. ταφήσεται δὲ κλαυθεὶς ὑπὸ τοῦ πλήθους παντὸς κοινῷ τιμηθεὶς πένθει· καὶ γὰρ μόνος τῶν ἐκ τοῦ Ἱεροβοάμου γένους 8.273ἀγαθὸς οὗτος ἦν.” ταῦτʼ αὐτοῦ προφητεύσαντος ἐκπηδήσασα γυνὴ τεταραγμένη καὶ τῷ τοῦ προειρημένου παιδὸς θανάτῳ περιαλγής, θρηνοῦσα διὰ τῆς ὁδοῦ καὶ τὴν μέλλουσαν τοῦ τέκνου κοπτομένη τελευτὴν ἀθλία τοῦ πάθους ἠπείγετο κακοῖς ἀμηχάνοις καὶ σπουδῇ μὲν ἀτυχεῖ χρωμένη διὰ τὸν υἱὸν αὐτῆς, ἔμελλε γὰρ αὐτὸν ἐπειχθεῖσα θᾶττον ὄψεσθαι νεκρόν, ἀναγκαίᾳ δὲ διὰ τὸν ἄνδρα. καὶ παραγενομένη τὸν μὲν ἐκπεπνευκότα καθὼς εἶπεν προφήτης εὗρε, τῷ δὲ βασιλεῖ πάντα ἀπήγγειλεν. 8.274

Ἱεροβόαμος δʼ οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε πολεμήσων· κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. δὲ ἀκούσας τὴν ἔφοδον τὴν Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δʼ ἐπάνω καὶ τῆς νεότητος τῷ φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.268 Joseph. AJ 8.273 (English) >>Joseph. AJ 8.276

Powered by PhiloLogic